Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.34 Joseph. AJ 5.40 (English) >>Joseph. AJ 5.45

5.38

Βλέπων δὲ οὕτως Ἰησοῦς τήν τε στρατιὰν καταπεπληγυῖαν καὶ περὶ τῶν ὅλων πονηρὰν ἤδη τὴν ἐλπίδα λαμβάνουσαν παρρησίαν λαμβάνει πρὸς τὸν θεόν· 5.39ἡμεῖς γὰρ εἶπεν οὐχ ὑπʼ αὐθαδείας προήχθημεν ὥστε ταύτην ὑπάγεσθαι τοῖς ὅπλοις τὴν γῆν, ἀλλὰ Μωυσέος τοῦ σοῦ δούλου πρὸς τοῦθʼ ἡμᾶς ἐξεγείραντος, διὰ πολλῶν τεκμηρίων ἐπηγγέλλου κτήσασθαι παρέξειν ἡμῖν τήνδε τὴν γῆν καὶ τὸν στρατὸν ἡμῶν ἀεὶ τῶν πολεμίων ποιήσειν τοῖς ὅπλοις κρείττονα. 5.40τινὰ μὲν οὖν κατὰ τὰς ὑποσχέσεις ἡμῖν ἀπήντησε τὰς σάς, νῦν δὲ παρὰ δόξαν ἐπταικότες καὶ τῆς δυνάμεώς τινας ἀποβαλόντες ἐπὶ τούτοις ὡς οὐ βεβαίων τῶν παρὰ σοῦ καὶ ὧν προεῖπε Μωυσῆς ἀχθόμεθα καὶ χεῖρον τῶν μελλόντων ἐλπὶς ἡμᾶς ἀνιᾷ τῇ πρώτῃ πείρᾳ τοιαύτῃ συντυχόντας. 5.41ἀλλὰ σύ, δέσποτα, δύναμις γάρ σοι τούτων ἴασιν εὑρεῖν, τό τε παρὸν ἡμῶν λυπηρὸν νίκην παρασχόμενος καὶ τὸ περὶ τῶν αὖθις δύσελπι διακείμενον οὕτως τῆς διανοίας ἔξελε.” 5.42

Ταῦτα μὲν Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἠρώτα τὸν θεόν· χρηματίσαντος δὲ ἀνίστασθαι τοῦ θεοῦ καὶ καθαίρειν τὸν στρατὸν μιάσματος ἐν αὐτῷ γεγονότος κλοπῆς τε τῶν καθιερωμένων αὐτῷ χρημάτων τετολμημένης, διὰ γὰρ ταῦτα τὴν νῦν αὐτοῖς ἧτταν συμπεσεῖν, ἀναζητηθέντος δὲ τοῦ δράσαντος καὶ κολασθέντος νίκην αὐτοῖς ἀεὶ πορίζεσθαι τῶν πολεμίων, φράζει ταῦτα πρὸς τὸν λαὸν Ἰησοῦς,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.34 Joseph. AJ 5.40 (English) >>Joseph. AJ 5.45

Powered by PhiloLogic